Note 547 — Chapter LXXIV · FROM THE BATTLE OF KNIDUS TO THE REBUILDING OF THE LONG WALLS OF ATHENS.
Reading edition
Xen. Hellen. iii, 5, 9.
Πολὺ δ᾽ ἔτι μᾶλλον ἀξιοῦμεν, ὅσοι τῶν ἐν ἄστει ἐγένεσθε, προθύμως ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι. Ἐκεῖνοι γὰρ, καταστήσαντες ὑμᾶς ἐς ὀλιγαρχίαν καὶ ἐς ἔχθραν τῷ δήμῳ, ἀφικόμενοι πολλῇ δυνάμει, ὡς ὑμῖν σύμμαχοι, παρέδοσαν ὑμᾶς τῷ πλήθει· ὥστε τὸ μὲν ἐπ᾽ ἐκείνοις εἶναι, ἀπολώλατε, ὁ δὲ δῆμος οὑτοσὶ ὑμᾶς ἔσωσε.