Note 413 — Chapter LXXIII · AGESILAUS KING OF SPARTA. — THE CORINTHIAN WAR.
Reading edition
Xen. de Republ. Laced. c. 14.
Οἶδα γὰρ πρότερον μὲν Λακεδαιμονίους αἱρουμένους, οἴκοι τὰ μέτρια ἔχοντας ἀλλήλοις συνεῖναι μᾶλλον, ἢ ἁρμόζοντας ἐν ταῖς πόλεσι καὶ κολακευομένους διαφθείρεσθαι. Καὶ πρόσθεν μὲν οἶδα αὐτοὺς φοβουμένους, χρύσιον ἔχοντας φαίνεσθαι· νῦν δ᾽ ἔστιν οὓς καὶ καλλωπιζομένους ἐπὶ τῷ κεκτῆσθαι. Ἐπίσταμαι δὲ καὶ πρόσθεν τούτου ἕνεκα ξενηλασίας γιγνομένας, καὶ ἀποδημεῖν οὐκ ἐξόν, ὅπως μὴ ῥᾳδιουργίας οἱ πολῖται ἀπὸ τῶν ξένων ἐμπίμπλαιντο· νῦν δ᾽ ἐπίσταμαι τοὺς δοκοῦντας πρώτους εἶναι ἐσπουδακότας ὡς μηδεπότε παύωνται ἁρμόζοντες ἐπὶ ξένης. Καὶ ἦν μὲν, ὅτε ἐπεμελοῦντο, ὅπως ἄξιοι εἶεν ἡγεῖσθαι· νῦν δὲ πολὺ μᾶλλον πραγματεύονται, ὅπως ἄρξουσιν, ἢ ὅπως ἄξιοι τούτου ἔσονται. Τοιγαροῦν οἱ Ἕλληνες πρότερον μὲν ἰόντες εἰς Λακεδαίμονα ἐδέοντο αὐτῶν, ἡγεῖσθαι ἐπὶ τοὺς δοκοῦντας ἀδικεῖν· νῦν δὲ πολλοὶ παρακαλοῦσιν ἀλλήλους ἐπὶ τὸ διακωλύειν ἄρξαι πάλιν αὐτούς. Οὐδὲν μέντοι δεῖ θαυμάζειν τούτων τῶν ἐπιψόγων αὐτοῖς γιγνομένων, ἐπειδὴ φανεροί εἰσιν οὔτε τῷ θεῷ πειθόμενοι οὔτε τοῖς Λυκούργου νόμοις.
The expression, “taking measures to hinder the Lacedæmonians from again exercising empire,”—marks this treatise as probably composed some time between their naval defeat at Knidus, and their land-defeat at Leuktra. The former put an end to their maritime empire,—the latter excluded them from all possibility of recovering it; but during the interval between the two, such recovery was by no means impossible.