Note 269 — Chapter LXXI · PROCEEDINGS OF THE TEN THOUSAND GREEKS, FROM THE TIME THAT THEY REACHED TRAPEZUS, TO THEIR JUNCTION WITH THE LACEDÆMONIAN ARMY IN ASIA MINOR.
Reading edition
Xen. Anab. vii, 2, 14-16.
Ἥδη δὲ ὄντων πρὸς τῷ τείχει, ἐξαγγέλλει τις τῷ Ξενοφῶντι ὅτι, εἰ εἴσεισι, συλληφθήσεται· καὶ ἢ αὐτοῦ τι πείσεται, ἢ καὶ Φαρναβάζῳ, παραδοθήσεται. Ὁ δὲ, ἀκούσας ταῦτα, τοὺς μὲν προπέμπεται, αὐτὸς δ᾽ εἶπεν, ὅτι θῦσαί τι βούλοιτο.... Οἱ δὲ στρατηγοὶ καὶ οἱ λοχαγοὶ ἥκοντες παρὰ τοῦ Ἀριστάρχου, ἀπήγγελλον ὅτι νῦν μὲν ἀπιέναι σφᾶς κελεύει, τῆς δείλης δὲ ἥκειν· ἔνθα καὶ δήλη μᾶλλον ἐδόκει [εἶναι] ἡ ἐπιβουλή. Compare vii, 3, 2.