← Table of contents
History of Greece, Volume 09 (of 12)

Note 228 — Chapter LXXI · PROCEEDINGS OF THE TEN THOUSAND GREEKS, FROM THE TIME THAT THEY REACHED TRAPEZUS, TO THEIR JUNCTION WITH THE LACEDÆMONIAN ARMY IN ASIA MINOR.

Reading edition

Xen. Anab. v, 7, 26-27. Εἰ οὖν ταῦτα τοιαῦτα ἔσται, θεάσασθε οἵα ἡ κατάστασις ἡμῖν ἔσται τῆς στρατιᾶς. Ὑμεῖς μὲν οἱ πάντες οὐκ ἔσεσθε κύριοι, οὔτ᾽ ἀνελέσθαι πόλεμον ᾧ ἂν βούλησθε, οὔτε καταλῦσαι· ἰδίᾳ δὲ ὁ βουλόμενος ἄξει στράτευμα ἐφ᾽ ὅ,τι ἂν ἐθέλῃ. Κἄν τινες πρὸς ὑμᾶς ἴωσι πρέσβεις, ἢ εἰρήνης δεόμενοι ἢ ἄλλου τινός, κατακαίνοντες τούτους οἱ βουλόμενοι, ποιήσουσιν ὑμᾶς τῶν λόγων μὴ ἀκοῦσαι τῶν πρὸς ὑμᾶς ἰόντων. Ἔπειτα δὲ, οὓς μὲν ἂν ὑμεῖς ἅπαντες ἔλησθε ἄρχοντας, ἐν οὐδεμίᾳ χώρᾳ ἔσονται· ὅστις δ᾽ ἂν ἑαυτὸν ἕληται στρατηγὸν, καὶ ἐθέλῃ λέγειν, Βάλλε, Βάλλε, οὗτος ἔσται ἱκανὸς καὶ ἄρχοντα κατακαίνειν καὶ ἰδιώτην ὃν ἂν ὑμῶν ἐθέλῃ ἄκριτον—ἂν ὦσιν οἱ πεισόμενοι αὐτῷ, ὥσπερ καὶ νῦν ἐγένετο.

Explore with AITake your curiosity a little further.

Reading settings