← Table of contents
History of Greece, Volume 09 (of 12)

Note 147 — Chapter LXX · RETREAT OF THE TEN THOUSAND GREEKS.

Reading edition

Compare the hostile speech of the Corinthian envoy at Sparta, prior to the Peloponnesian war, with the eulogistic funeral oration of Perikles, in the second year of that war (Thucyd. i, 70, 71; ii, 39, 40).

Οἱ μέν γε (εἰσὶ), νεωτεροποιοὶ (description of the Athenians by the Corinthian speaker) καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ἃ ἂν γνῶσιν· ὑμεῖς δὲ (Lacedæmonians), τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶναι μηδὲν, καὶ ἔργῳ οὐδὲ τἀναγκαῖα ἐξικέσθαι. Αὖθις δὲ, οἱ μὲν, καὶ παρὰ δύναμιν τολμηταὶ καὶ παρὰ γνώμην κινδυνευταὶ καὶ ἐπὶ τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ὑμέτερον, τῆς τεδυνάμεως ἐνδεᾶ πρᾶξαι, τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι. Καὶ μὴν καὶ ἄοκνοι πρὸς ὑμᾶς μελλήτας, καὶ ἀποδημηταὶ πρὸς ἐνδημοτάτους, etc.

Again, in the oration of Perikles—Καὶ αὐτοὶ ἤτοι κρίνομεν ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ, πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. Διαφερόντως μὲν δὴ καὶ τόδε ἔχομεν, ὥστε τολμᾷν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον, φέρει.

Explore with AITake your curiosity a little further.

Reading settings