Note 77 — Chapter LXIX · CYRUS THE YOUNGER AND THE TEN THOUSAND GREEKS.
Reading edition
Herod. vii, 104. Demaratus says to Xerxes, respecting the Lacedæmonians—Ἐλεύθεροι γὰρ ἐόντες, οὐ πάντα ἐλεύθεροί εἰσι· ἔπεστι γάρ σφι δεσπότης, νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ μᾶλλον ἢ οἱ σοὶ σέ.
Again, the historian observes about the Athenians, and their extraordinary increase of prowess after having shaken off the despotism of Hippias (v. 78)—Δηλοῖ δ᾽ οὐ καθ᾽ ἓν μόνον ἀλλὰ πανταχοῦ, ἡ ἰσηγορίη ὥς ἐστι χρῆμα σπουδαῖον· εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν, οὐδαμῶν τῶν σφέας περιοικεόντων ἦσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ τυράννων, μακρῷ πρῶτοι ἐγένοντο. Δηλοῖ ὦν ταῦτα, ὅτι κατεχόμενοι μὲν ἐθελοκακεέον, ὡς δεσπότῃ ἐργαζόμενοι· ἐλευθερωθέντων δὲ, αὐτὸς ἕκαστος ἑωϋτῷ προθυμέετο ἐργάζεσθαι.
Compare Menander, Fragm. Incert. CL. ap. Meineke, Fragm. Comm. Græc. vol. iv. p. 268—
Ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ· Δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.