Note 698 — Chapter LXVIII · SOKRATES.
Reading edition
Xenoph. Memor. i, 1, 12-16. Πότερόν ποτε νομίσαντες ἱκανῶς ἤδη τἀνθρώπεια εἰδέναι ἔρχονται (the physical philosophers) ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν· ἢ τὰ μὲν ἀνθρώπεια παρέντες, τὰ δὲ δαιμόνια σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν.... Αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο σκοπῶν, τί εὐσεβὲς, τί ἀσεβὲς καὶ περὶ τῶν ἄλλων, ἃ τοὺς μὲν εἰδότας ἡγεῖτο καλοὺς κἀγαθοὺς εἶναι, τοὺς δὲ ἀγνοοῦντας ἀνδραποδώδεις ἂν δικαίως κεκλῆσθαι.
Plato, Apolog. Sok. c. 5, p. 20, D. ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία· τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός· οὗτοι δὲ τάχ᾽ ἄν, οὓς ἄρτι ἔλεγον, μείζω τινὰ ἢ κατ᾽ ἄνθρωπον σοφίαν σοφοὶ εἶεν, etc. Compare c. 9, p. 23, A.