Note 215 — Chapter LXIV · FROM THE ARRIVAL OF CYRUS THE YOUNGER IN ASIA MINOR, DOWN TO THE BATTLE OF ARGINUSÆ.
Reading edition
Xenoph. Hellen. i, 4, 18, 19. Ἀλκιβιάδης δὲ, πρὸς τὴν γῆν ὁρμισθεὶς, ἀπέβαινε μὲν οὐκ εὐθέως, φοβούμενος τοὺς ἐχθρούς· ἐπαναστὰς δὲ ἐπὶ τοῦ καταστρώματος, ἐσκόπει τοὺς αὑτοῦ ἐπιτηδείους, εἰ παρείησαν. Κατιδὼν δὲ Εὐρυπτόλεμον τὸν Πεισιάνακτος, ἑαυτοῦ δὲ ἀνεψιὸν, καὶ τοὺς ἄλλους οἰκείους καὶ φίλους μετ᾽ αὐτῶν, τότε ἀποβὰς ἀναβαίνει ἐς τὴν πόλιν, μετὰ τῶν παρεσκευασμένων, εἴ τις ἅπτοιτο, μὴ ἐπιτρέπειν.