Note 7 — Chapter LXII · TWENTY-FIRST YEAR OF THE WAR. — OLIGARCHY OF FOUR HUNDRED AT ATHENS.
Reading edition
Thucyd. viii, 46. Τήν τε τροφὴν κακῶς ἐπόριζε τοῖς Πελοποννησίοις καὶ ναυμαχεῖν οὐκ εἴα· ἀλλὰ καὶ τὰς Φοινίσσας ναῦς φάσκων ἥξειν καὶ ἐκ περιόντος ἀγωνιεῖσθαι ἔφθειρε τὰ πράγματα καὶ τὴν ἀκμὴν τοῦ ναυτικοῦ αὐτῶν ἀφείλετο, γενομένην καὶ πάνυ ἰσχυρὰν, τά τε ἄλλα, καταφανέστερον ἢ ὥστε λανθάνειν, οὐ προθύμως ξυνεπολέμει.