Note 49 — Chapter LXII · TWENTY-FIRST YEAR OF THE WAR. — OLIGARCHY OF FOUR HUNDRED AT ATHENS.
Reading edition
Thucyd. viii, 72. Πέμπουσι δὲ ἐς τὴν Σάμον δέκα ἄνδρας ... διδάξοντας—πεντακισχίλιοι δὲ ὅτι εἶεν, καὶ οὐ τετρακόσιοι μόνον, οἱ πράσσοντες.
viii, 86. Οἱ δ᾽ ἀπήγγελλον ὡς οὔτε ἐπὶ διαφθορᾷ τῆς πόλεως ἡ μετάστασις γένοιτο, ἀλλ᾽ ἐπὶ σωτηρίᾳ ... τῶν δὲ πεντακισχιλίων ὅτε πάντες ἐν τῷ μέρει μεθέξουσιν, etc.
viii, 89. ἀλλὰ τοὺς πεντακισχιλίους ἔργῳ καὶ μὴ ὀνόματι χρῆναι ἀποδεικνύναι, καὶ τὴν πολιτείαν ἰσαιτέραν καθιστάναι.
viii, 92. (After the Four Hundred had already been much opposed and humbled, and were on the point of being put down)—ἦν δὲ πρὸς τὸν ὄχλον ἡ παράκλησις ὡς χρὴ, ὅστις τοὺς πεντακισχιλίους βούλεται ἄρχειν ἀντὶ τῶν τετρακοσίων, ἰέναι ἐπὶ τὸ ἔργον. Ἐπεκρύπτοντο γὰρ ὅμως ἔτι τῶν πεντακισχιλίων τῷ ὀνόματι, μὴ ἄντικρυς δῆμον ὅστις βούλεται ἄρχειν ὀνομάζειν—φοβούμενοι μὴ τῷ ὄντι ὦσι, καὶ πρός τινα εἰπών τίς τι δι᾽ ἀγνοίαν σφαλῇ. Καὶ οἱ τετρακόσιοι διὰ τοῦτο οὐκ ἤθελον τοὺς πεντακισχιλίους οὔτε εἶναι, οὔτε μὴ ὄντας δήλους εἶναι· τὸ μὲν καταστῆσαι μετόχους τοσούτους, ἄντικρυς ἂν δῆμον ἡγούμενοι, τὸ δ᾽ αὖ ἀφανὲς φόβον ἐς ἀλλήλους παρέξειν.
viii, 93. λέγοντες τούς τε πεντακισχιλίους ἀποφανεῖν, καὶ ἐκ τούτων ἐν μέρει, ᾗ ἂν τοῖς πεντακισχιλίοις δοκῇ, τοὺς τετρακοσίους ἔσεσθαι, τέως δὲ τὴν πόλιν μηδενὶ τρόπῳ διαφθείρειν, etc.
Compare also c. 97.