Note 356 — Chapter LVIII · FROM THE RESOLUTION OF THE ATHENIANS TO ATTACK SYRACUSE, DOWN TO THE FIRST WINTER AFTER THEIR ARRIVAL IN SICILY. (continued 2)
Reading edition
Thucyd. vi, 92. Τό τε φιλόπολι οὐκ ἐν ᾧ ἀδικοῦμαι ἔχω, ἀλλ’ ἐν ᾧ ἀσφαλῶς ἐπολιτεύθην. Οὐδ’ ἐπὶ πατρίδα οὖσαν ἔτι ἡγοῦμαι νῦν ἰέναι, πολὺ δὲ μᾶλλον τὴν οὐκ οὖσαν ἀνακτᾶσθαι. Καὶ φιλόπολις οὗτος ὀρθῶς, οὐχ ὃς ἂν τὴν ἑαυτοῦ ἀδίκως ἀπολέσας μὴ ἐπίῃ, ἀλλ’ ὃς ἂν ἐκ παντὸς τρόπου διὰ τὸ ἐπιθυμεῖν πειραθῇ αὐτὴν ἀναλαβεῖν.