Note 353 — Chapter LVIII · FROM THE RESOLUTION OF THE ATHENIANS TO ATTACK SYRACUSE, DOWN TO THE FIRST WINTER AFTER THEIR ARRIVAL IN SICILY. (continued 2)
Reading edition
Thucyd. vi, 89. ἡμεῖς δὲ τοῦ ξύμπαντος προέστημεν, δικαιοῦντες ἐν ᾧ σχήματι μεγίστη ἡ πόλις ἔτυχε καὶ ἐλευθερωτάτη οὖσα, καὶ ὅπερ ἐδέξατό τις, τοῦτο ξυνδιασῴζειν· ἐπεὶ δημοκρατίαν γε καὶ ἐγιγνώσκομεν οἱ φρονοῦντές τι, καὶ αὐτὸς οὐδενὸς ἂν χεῖρον, ὅσῳ καὶ λοιδορήσαιμι· ἀλλὰ περὶ ὁμολογουμένης ἀνοίας οὐδὲν ἂν καινὸν λέγοιτο· καὶ τὸ μεθιστάναι αὐτὴν οὐκ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι, ὑμῶν πολεμίων προσκαθημένων.