← Table of contents
History of Greece, Volume 07 (of 12)

Note 70 — Chapter LV · FROM THE PEACE OF NIKIAS TO THE OLYMPIC FESTIVAL OF OLYMPIAD NINETY.

Reading edition

Thucyd. v, 45. Μηχανᾶται δὲ πρὸς αὐτοὺς τοῖονδέ τι ὁ Ἀλκιβιάδης· τοὺς Λακεδαιμονίους πείθει, πίστιν αὐτοῖς δοὺς, ἢν μὴ ὁμολογήσωσιν ἐν τῷ δήμῳ αὐτοκράτορες ἥκειν, Πύλον τε αὐτοῖς ἀποδώσειν (πείσειν γὰρ αὐτὸς Ἀθηναίους, ὥσπερ καὶ νῦν ἀντιλέγειν) καὶ τἄλλα ξυναλλάξειν. Βουλόμενος δὲ αὐτοὺς Νικίου τε ἀποστῆσαι ταῦτα ἔπραττε, καὶ ὅπως ἐν τῷ δήμῳ διαβαλὼν αὐτοὺς ὡς οὐδὲν ἀληθὲς ἐν νῷ ἔχουσιν, οὐδὲ λέγουσιν οὐδέποτε ταὐτὰ, τοὺς Ἀργείους ξυμμάχους ποιήσῃ.

Explore with AITake your curiosity a little further.

Reading settings