Note 732 — Chapter LIV · TRUCE FOR ONE YEAR.—RENEWAL OF WAR AND BATTLE OF AMPHIPOLIS.—PEACE OF NIKIAS.
Reading edition
Thucyd. v, 7. Ὁ δὲ Κλέων τέως μὲν ἡσύχαζεν, ἔπειτα δὲ ἠναγκάσθη ποιῆσαι ὅπερ ὁ Βρασίδας προσεδέχετο. Τῶν γὰρ στρατιωτῶν ἀχθομένων μὲν τῇ ἕδρᾳ, ἀναλογιζομένων δὲ τὴν ἐκείνου ἡγεμονίαν, πρὸς οἵαν ἐμπειρίαν καὶ τόλμαν μεθ᾽ οἵας ἀνεπιστημοσύνης καὶ μαλακίας γενήσοιτο, καὶ οἴκοθεν ὡς ἄκοντες αὐτῷ ξυνῆλθον, αἰσθόμενος τὸν θροῦν, καὶ οὐ βουλόμενος αὐτοὺς διὰ τὸ ἐν τῷ αὐτῷ καθημένους βαρύνεσθαι, ἀναλαβὼν ἦγε.