Note 710 — Chapter LIV · TRUCE FOR ONE YEAR.—RENEWAL OF WAR AND BATTLE OF AMPHIPOLIS.—PEACE OF NIKIAS.
Reading edition
Thucyd. iv, 126. Οὔτε γὰρ τάξιν ἔχοντες αἰσχυνθεῖεν ἂν λιπεῖν τινα χώραν βιαζόμενοι· ἥ τε φυγὴ αὐτῶν καὶ ἡ ἔφοδος ἴσην ἔχουσα δόξαν τοῦ καλοῦ ἀνεξέλεγκτον καὶ τὸ ἀνδρεῖον ἔχει· αὐτοκράτωρ δὲ μάχη μάλιστ᾽ ἂν καὶ πρόφασιν τοῦ σῴζεσθαί (se sauver) τινι πρεπόντως πορίσειε.
Σαφῶς τε πᾶν τὸ προϋπάρχον δεινὸν ἀπ᾽ αὐτῶν ὁρᾶτε, ἔργῳ μὲν βραχὺ ὂν, ὄψει δὲ καὶ ἀκοῇ κατάσπερχον. Ὃ ὑπομείναντες ἐπιφερόμενον, καὶ ὅταν καιρὸς ᾖ, κόσμῳ καὶ τάξει αὖθις ὑπαγαγόντες, ἔς τε τὸ ἀσφαλὲς θᾶσσον ἀφίξεσθε, καὶ γνώσεσθε τὸ λοιπὸν ὅτι οἱ τοιοῦτοι ὄχλοι τοῖς μὲν τὴν πρώτην ἔφοδον δεξαμένοις ἄποθεν ἀπειλαῖς τὸ ἀνδρεῖον μελλήσει ἐπικομποῦσιν, οἳ δ᾽ ἂν εἴξωσιν αὐτοῖς, κατὰ πόδας τὸ εὔψυχον ἐν τῷ ἀσφαλεῖ ὀξεῖς ἐπιδείκνυνται.
The word μέλλησις which occurs twice in this chapter in regard to the Illyrians, is very expressive and at the same time difficult to translate into any other language,—“what they seem on the point of doing, but never realize.” See also i, 69.
The speech of the Roman consul Manlius, in describing the Gauls, deserves to be compared: “Procera corpora, promissæ et rutilatæ comæ, vasta scuta, prælongi gladii: ad hoc cantus ineuntium prælium, et ululatus et tripudia, et quatientium scuta in patrium quendam morem horrendus armorum crepitus: omnia de industriâ composita ad terrorem” (Livy, xxxviii, 17.)