Note 608 — Chapter LIII · EIGHTH YEAR OF THE WAR.
Reading edition
Thucyd. iv, 74. οἱ δὲ ἐπειδὴ ἐν ταῖς ἀρχαῖς ἐγένοντο, καὶ ἐξέτασιν ὅπλων ἐποιήσαντο, διαστήσαντες τοὺς λόχους, ἐξελέξαντο τῶν τε ἐχθρῶν καὶ οἵ ἐδόκουν μάλιστα ξυμπρᾶξαι τὰ πρὸς τοὺς Ἀθηναίους, ἄνδρας ὡς ἑκατόν· καὶ τούτων πέρι ἀναγκάσαντες τὸν δῆμον ψῆφον φανερὰν διενεγκεῖν, ὡς κατεγνώσθησαν, ἔκτειναν, καὶ ἐς ὀλιγαρχίαν τὰ μάλιστα κατέστησαν τὴν πόλιν. καὶ πλεῖστον δὴ χρόνον αὕτη ὑπ᾽ ἐλαχίστων γενομένη ἐκ στάσεως μετάστασις ξυνέμεινεν.