Note 536 — Chapter LII · SEVENTH YEAR OF THE WAR.—CAPTURE OF SPHAKTERIA.
Reading edition
Thucyd. iv, 27. Καὶ ἐς Νικίαν τὸν Νικηράτου στρατηγὸν ὄντα ἀπεσήμαινεν, ἐχθρὸς ὢν καὶ ἐπιτιμῶν—ῥᾴδιον εἶναι παρασκευῇ, εἰ ἄνδρες εἶεν οἱ στρατηγοὶ, πλεύσαντας λαβεῖν τοὺς ἐν τῇ νήσῳ· καὶ αὐτός γ᾽ ἂν, εἰ ἦρχε, ποιῆσαι τοῦτο. Ὁ δὲ Νικίας τῶν τε Ἀθηναίων τι ὑποθορυβησάντων ἐς τὸν Κλέωνα, ὅτι οὐ καὶ νῦν πλεῖ, εἰ ῥᾴδιόν γε αὐτῷ φαίνεται· καὶ ἅμα ὁρῶν αὐτὸν ἐπιτιμῶντα, ἐκέλευεν ἥντινα βούλεται δύναμιν λαβόντα τὸ ἐπὶ σφᾶς εἶναι, ἐπιχειρεῖν.