Note 309 — Chapter XLIX · FROM THE BEGINNING OE THE SECOND YEAR DOWN TO THE END OF THE THIRD YEAR OF THE PELOPONNESIAN WAR.
Reading edition
Thucyd. ii, 65. Ἐκεῖνος μὲν (Περικλῆς) δυνατὸς ὢν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, χρημάτων τε διαφανῶς ἀδωρότατος γενόμενος, κατεῖχε τὸ πλῆθος ἐλευθέρως, καὶ οὐκ ἤγετο μᾶλλον ὑπ᾽ αὐτοῦ ἢ αὐτὸς ἦγε, διὰ τὸ μὴ κτώμενος ἐξ οὐ προσηκόντων τὴν δύναμιν πρὸς ἡδονήν τι λέγειν, ἀλλ᾽ ἔχων ἐπ᾽ ἀξιώσει καὶ πρὸς ὀργήν τι ἀντειπεῖν. Ὁπότε γοῦν αἴσθοιτό τι αὐτοὺς παρὰ καιρὸν ὕβρει θαρσοῦντας, λέγων κατέπλησσεν ἐπὶ τὸ φοβεῖσθαι· καὶ δεδιότας αὖ ἀλόγως ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαρσεῖν. Ἐγίγνετο δὲ λόγῳ μὲν δημοκρατία, ἔργῳ δὲ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχή. Οἱ δὲ ὕστερον ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες, καὶ ὀρεγόμενοι τοῦ πρῶτος ἕκαστος γίγνεσθαι, ἐτράποντο καθ᾽ ἡδονὰς τῷ δήμῳ καὶ τὰ πράγματα ἐνδιδόναι. Ἐξ ὧν, ἄλλα τε πολλά, ὡς ἐν μεγάλῃ πόλει καὶ ἀρχὴν ἐχούσῃ, ἡμαρτήθη, καὶ ὁ ἐς Σικελίαν πλοῦς· ὃς οὐ τοσοῦτον γνώμης ἁμάρτημα ἦν, etc. Compare Plutarch, Nikias, c. 3.
Ἀξίωσις and ἀξίωμα, as used by Thucydidês seem to differ in this respect: Ἀξίωσις signifies, a man’s dignity, or pretensions to esteem and influence as felt and measured by himself; his sense of dignity; Ἀξίωμα means his dignity, properly so called; as felt and appreciated by others. See i, 37, 41, 69.