← Table of contents
History of Greece, Volume 06 (of 12)

Note 281 — Chapter XLIX · FROM THE BEGINNING OE THE SECOND YEAR DOWN TO THE END OF THE THIRD YEAR OF THE PELOPONNESIAN WAR.

Reading edition

Thucyd. ii, 52. Οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλ᾽ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων, ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπ᾽ ἀλλήλοις ἀποθνήσκοντες ἔκειντο, καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες, τοῦ ὕδατος ἐπιθυμίᾳ. Τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο, νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων· ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες, ὅ,τι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως.

Explore with AITake your curiosity a little further.

Reading settings