Note 145 — Chapter XLVIII · FROM THE BLOCKADE OF POTIDÆA DOWN TO THE END OF THE FIRST YEAR OF THE PELOPONNESIAN WAR.
Reading edition
Thucyd. i, 80. πρὸς δὲ ἄνδρας, οἳ γῆν τε ἑκὰς ἔχουσι καὶ προσέτι πολέμου ἐμπειρότατοί εἰσι, καὶ τοῖς ἄλλοις ἅπασιν ἄριστα ἐξήρτυνται, πλούτῳ τε ἰδίῳ καὶ δημοσίῳ καὶ ναυσὶ καὶ ἵπποις καὶ ὅπλοις, καὶ ὄχλῳ, ὅσος οὐκ ἐν ἄλλῳ ἑνί γε χωρίῳ Ἑλληνικῷ ἐστὶν, ἔτι δὲ καὶ ξυμμάχους πολλοὺς φόρου ὑποτελεῖς ἔχουσι, πῶς χρὴ πρὸς τούτους ῥᾳδίως πόλεμον ἄρασθαι, καὶ τίνι πιστεύσαντας ἀπαρασκεύους ἐπειχθῆναι.