Note 695 — Chapter XLVI · CONSTITUTIONAL AND JUDICIAL CHANGES AT ATHENS UNDER PERIKLES.
Reading edition
Xenophon, Memorab. iii, 5, 18. Μηδαμῶς, ἔφη ὁ Σωκράτης, ὦ Περίκλεις, οὕτως ἥγου ἀνηκέστῳ πονηρίᾳ νοσεῖν Ἀθηναίους· Οὐχ ὁρᾷς, ὡς εὔτακτοι μέν εἰσιν ἐν τοῖς ναυτικοῖς, εὐτάκτως δ’ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πείθονται τοῖς ἐπιστάταις, οὐδένων δὲ καταδεέστερον ἐν τοῖς χοροῖς ὑπηρετοῦσι τοῖς διδασκάλοις; Τοῦτο γάρ τοι, ἔφη, καὶ θαυμαστόν ἐστι· τὸ τοὺς μὲν τοιούτους πειθαρχεῖν τοῖς ἐφεστῶσι, τοὺς δὲ ὁπλίτας, καὶ τοὺς ἱππεῖς, οἳ δοκοῦσι καλοκαγαθίᾳ προκεκρίσθαι τῶν πολιτῶν, ἀπειθεστάτους εἶναι πάντων.