← Table of contents
History of Greece, Volume 05 (of 12)

Note 432 — Chapter XLIII · EVENTS IN SICILY DOWN TO THE EXPULSION OF THE GELONIAN DYNASTY AND THE ESTABLISHMENT OF POPULAR GOVERNMENTS THROUGHOUT THE ISLAND.

Reading edition

Herodot. vii, 156. Μεγαρέας τε τοὺς ἐν Σικελίῃ, ὡς πολιορκεόμενοι ἐς ὁμολογίην προσεχώρησαν, τοὺς μὲν αὐτῶν παχέας, ἀειραμένους τε πόλεμον αὐτῷ καὶ προσδοκέοντας ἀπολέεσθαι διὰ τοῦτο, ἄγων ἐς τὰς Συρακούσας πολιήτας ἐποίησε· τὸν δὲ δῆμον τῶν Μεγαρέων, οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου, οὐδὲ προσδεκόμενον κακὸν οὐδὲν πείσεσθαι, ἀγαγὼν καὶ τούτους ἐς τὰς Συρακούσας, ἀπέδοτο ἐπ’ ἐξαγωγῇ ἐκ Σικελίης. Τὠυτὸ δὲ τούτου καὶ Εὐβοέας τοὺς ἐν Σικελίῃ ἐποίησε διακρίνας. Ἐποίεε δὲ ταῦτα τούτους ἀμφοτέρους, νομίσας δῆμον εἶναι συνοίκημα ἀχαριτώτατον.

Explore with AITake your curiosity a little further.

Reading settings