Note 188 — Chapter XL · BATTLES OF THERMOPYLÆ AND ARTEMISIUM.
Reading edition
Herodot. viii, 20. Οἱ γὰρ Εὐβοέες παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν λέγοντα, οὔτε τι ἐξεκομίσαντο οὐδὲν, οὔτε προεσάξαντο, ὡς παρεσομένου σφι πολέμου· περιπετέα δὲ ἐποιήσαντο σφίσι αὐτοῖσι τὰ πρήγματα. Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων ὁ χρησμός·
Φράζεο, βαρβαρόφωνον ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ Βύβλινον, Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας.
Τούτοισι δὲ οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι ἐν τοῖσι τότε παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι, παρῆν σφι συμφορῇ χρῆσθαι πρὸς τὰ μέγιστα.