Note 676 — Chapter XXXVI · FROM THE IONIC REVOLT TO THE BATTLE OF MARATHON.
Reading edition
Herodot. vi, 136. Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι, οἵ τε ἄλλοι, καὶ μάλιστα Ξάνθιππος ὁ Ἀρίφρονος· ὃς θανάτου ὑπαγαγὼν ὑπὸ τὸν δῆμον Μιλτιάδεα, ἐδίωκε τῆς Ἀθηναίων ἀπάτης εἵνεκεν. Μιλτιάδης δὲ, αὐτὸς μὲν παρεὼν, οὐκ ἀπελογέετο· ἦν γὰρ ἀδύνατος, ὥστε σηπομένου τοῦ μηροῦ. Προκειμένου δὲ αὐτοῦ ἐν κλίνῃ, ὑπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν Μαραθῶνι γενομένης πολλὰ ἐπιμεμνημένοι, καὶ τὴν Λήμνου αἵρεσιν· ὡς ἑλὼν Λῆμνόν τε καὶ τισάμενος τοὺς Πελασγοὺς, παρέδωκε Ἀθηναίοισι. Προσγενομένου δὲ τοῦ δήμου αὐτῷ κατὰ τὴν ἀπόλυσιν τοῦ θανάτου, ζημιώσαντος δὲ κατὰ τὴν ἀδικίην πεντήκοντα ταλάντοισι, Μιλτιάδης μὲν μετὰ ταῦτα, σφακελίσαντός τε τοῦ μηροῦ καὶ σαπέντος, τελευτᾷ· τὰ δὲ πεντήκοντα τάλαντα ἐξέτισεν ὁ πάϊς αὐτοῦ Κίμων.
Plato (Gorgias, c. 153, p. 516) says that the Athenians passed a vote to cast Miltiadês into the barathrum (ἐμβαλεῖν ἐψηφίσαντο), and that he would have been actually thrown in, if it had not been for the prytanis, i. e. the president, by turn for that day, of the prytanizing senators and of the ekklesia. The prytanis may perhaps have been among those who spoke to the dikastery on behalf of Miltiadês, deprecating the proposition made by Xanthippus; but that he should have caused a vote once passed to be actually rescinded, is incredible. The Scholiast on Aristeidês (cited by Valckenaer ad Herodot. vi, 136) reduces the exaggeration of Plato to something more reasonable—Ὅτε γὰρ ἐκρίνετο Μιλτιάδης ἐπὶ τῇ Πάρῳ, ἠθέλσαν αὐτὸν κατακρημνίσαι· ὁ δὲ πρύτανις εἰσελθὼν ἐξῃτήσατο αὐτὸν.