Note 496 — Chapter XXXIV · DEMOKEDES. — DARIUS INVADES SCYTHIA.
Reading edition
Herodot. iv. 46. Τῷ δὲ Σκυθικῷ γένεϊ ἓν μὲν τὸ μέγιστον τῶν ἀνθρωπηΐων πρηγμάτων σοφώτατα πάντων ἐξεύρηται, τῶν ἡμεῖς ἴδμεν· τὰ μέντοι ἄλλα οὐκ ἄγαμαι. Τὸ δὲ μέγιστον οὕτω σφι ἀνεύρηται, ὥστε ἀποφυγέειν τε μηδένα ἐπελθόντα ἐπὶ σφέας, μὴ βουλομένους τε ἐξευρεθῆναι, καταλαβεῖν μὴ οἷον τε εἶναι. Τοῖσι γὰρ μήτε ἄστεα μήτε τείχεα ᾖ ἐκτισμένα, ἀλλὰ φερέοικοι ἐόντες πάντες, ἔωσι ἱπποτοξόται, ζῶντες μὴ ἀπ᾽ ἀρότου, ἀλλ᾽ ἀπὸ κτηνέων, οἰκήματα δέ σφι ᾖ ἐπὶ ζευγέων, κῶς οὐκ ἂν εἴησαν οὗτοι ἄμαχοί τε καὶ ἄποροι προσμίσγειν;
Ἐξεύρηται δέ σφι ταῦτα, τῆς τε γῆς ἐούσης ἐπιτηδέης, καὶ τῶν ποταμῶν ἐόντων σφι συμμάχων, etc.
Compare this with the oration of the Scythian envoys to Alexander the Great, as it stands in Quintus Curtius, vii, 8, 22 (vii, 35, 22, Zumpt).