Note 311 — Chapter XXXI · GRECIAN AFFAIRS AFTER THE EXPULSION OF THE PEISISTRATIDS. — REVOLUTION OF KLEISTHENES AND ESTABLISHMENT OF DEMOCRACY AT ATHENS.
Reading edition
Herodot. v, 78-91. Ἀθηναῖοι μέν νυν ηὔξηντο· δηλοῖ δὲ οὐ κατ᾽ ἓν μόνον ἀλλὰ πανταχῇ, ἡ ἰσηγορίη ὡς ἔστι χρῆμα σπουδαῖον, εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν, οὐδαμῶν τῶν σφέας περιοικεόντων ἔσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ τυράννων, μακρῷ πρῶτοι ἐγένοντο· δηλοῖ ὦν ταῦτα, ὅτι κατεχόμενοι μὲν, ἐθελοκάκεον, ὡς δεσπότῃ ἐργαζόμενοι, ἐλευθερωθέντων δὲ, αὐτὸς ἕκαστος ἑωϋτῷ προθυμέετο κατεργάζεσθαι.
(c. 91.) Οἱ Λακεδαιμόνιοι—νόῳ λαβόντες, ὡς ἐλεύθερον μὲν ἐὸν τὸ γένος τὸ Ἀττικὸν, ἰσόῤῥοπον τῷ ἑωϋτῶν ἂν γένοιτο, κατεχόμενον δὲ ὑπό του τυραννίδι, ἀσθενὲς καὶ πειθαρχέεσθαι ἐτοῖμον.