Note 49 — Chapter IX · CORINTH, SIKYON, AND MEGARA. — AGE OF THE GRECIAN DESPOTS.
Reading edition
Herod, v, 68. Τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι, καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος, καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπ᾽ ἔτεα ἑξήκοντα· μετέπειτα μέντοι λόγον σφισι δόντες, μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας· τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας.