← Table of contents
History of Greece, Volume 03 (of 12)

Note 27 — Chapter IX · CORINTH, SIKYON, AND MEGARA. — AGE OF THE GRECIAN DESPOTS.

Reading edition

Aristot. Polit. v, 4, 4; 7, 3. Ἐπὶ δὲ τῶν ἀρχαίων, ὅτε γένοιτο ὁ αὐτὸς δημαγωγὸς καὶ στρατηγὸς, εἰς τυραννίδα μετέβαλλον· σχεδὸν γὰρ οἱ πλεῖστοι τῶν ἀρχαίων τυράννων ἐκ δημαγωγῶν γεγόνασι. Αἴτιον δὲ τοῦ τότε μὲν γενέσθαι, νῦν δὲ μὴ, ὅτι τότε μὲν, οἱ δημαγωγοὶ ἦσαν ἐκ τῶν στρατηγούντων· οὐ γάρ πω δεινοὶ ἦσαν λέγειν· νῦν δὲ, τῆς ῥητορικῆς ηὐξημένης, οἱ δυνάμενοι λέγειν δημαγωγοῦσι μὲν, δι’ ἀπειρίαν δὲ τῶν πολεμικῶν οὐκ ἐπιτίθενται, πλὴν εἴ που βραχύ τι γέγονε τοιοῦτον.

Explore with AITake your curiosity a little further.

Reading settings