Note 672 — Chapter VI · LAWS AND DISCIPLINE OF LYKURGUS AT SPARTA.
Reading edition
Xenoph. Rep. Lac. i. 9. Εἰ δέ τις αὖ γυναικὶ μὲν συνοικεῖν μὴ βούλοιτο, τέκνων δὲ ἀξιολόγων ἐπιθυμοίη, καὶ τούτῳ νόμον ἐποίησεν, ἥντινα ἂν εὔτεκνον καὶ γενναίαν ὁρῴη, πείσαντα τὸν ἔχοντα, ἐκ ταύτης τεκνοποιεῖσθαι. Καὶ πολλὰ μὲν τοιαῦτα συνεχώρει. Αἵ τε γὰρ γυναῖκες δίττους οἴκους βούλονται κατέχειν, οἵ τε ἄνδρες ἀδελφοὺς τοῖς παισὶ προσλαμβάνειν, οἳ τοῦ μὲν γένους καὶ τῆς δυνάμεως κοινωνοῦσι, τῶν δὲ χρημάτων οὐκ ἀντιποιοῦνται.