← Table of contents
History of Greece, Volume 01 (of 12)

Note 868 — Chapter XVI · GRECIAN MYTHES, AS UNDERSTOOD, FELT AND INTERPRETED BY THE GREEKS THEMSELVES.

Reading edition

Xenoph. Memor. i. 1, 6-9. Τὰ μὲν ἀναγκαῖα (Σωκράτης) συνεβούλευε καὶ πράττειν, ὡς ἐνόμιζεν ἄριστ᾽ ἂν πραχθῆναι· περὶ δὲ τῶν ἀδήλων ὅπως ἀποβήσοιτο, μαντευσομένους ἔπεμπεν, εἰ ποιητέα. Καὶ τοὺς μέλλοντας οἴκους τε καὶ πόλεις καλῶς οἰκήσειν μαντικῆς ἔφη προσδεῖσθαι· τεκτονικὸν μὲν γὰρ ἢ χαλκευτικὸν ἢ γεωργικὸν ἢ ἀνθρώπων ἀρχικὸν, ἢ τῶν τοιούτων ἔργων ἐξεταστικὸν, ἢ λογιστικὸν, ἢ οἰκονομικὸν, ἢ στρατηγικὸν γενέσθαι, πάντα τὰ τοιαῦτα, μαθήματα καὶ ἀνθρώπου γνώμῃ αἱρετέα, ἐνόμιζεν εἶναι· τὰ δὲ μέγιστα τῶν ἐν τούτοις ἔφη τοὺς θεοὺς ἑαυτοῖς καταλείπεσθαι, ὧν οὐδὲν δῆλον εἶναι τοῖς ἀνθρώποις.... Τοὺς δὲ μηδὲν τῶν τοιούτων οἰομένους εἶναι δαιμόνιον, ἀλλὰ πάντα τῆς ἀνθρωπίνης γνώμης, δαιμονᾷν ἔφη· δαιμονᾷν δὲ καὶ τοὺς μαντευομένους ἃ τοῖς ἀνθρώποις ἔδωκαν οἱ θεοὶ μαθοῦσι διακρίνειν.... Ἔφη δὲ δεῖν, ἃ μὲν μαθόντας ποιεῖν ἔδωκαν οἱ θεοὶ, μανθάνειν· ἃ δὲ μὴ δῆλα τοῖς ἀνθρώποις ἔστι, πειρᾶσθαι διὰ μαντικῆς παρὰ τῶν θεῶν πυνθάνεσθαι· τοὺς θεοὺς γὰρ, οἷς ἂν ὦσιν ἵλεῳ, σημαίνειν. Compare also Memorab. iv. 7. 7; and Cyropæd. i. 6, 3, 23-46.

Physical and astronomical phænomena are classified by Socratês among the divine class, interdicted to human study (Memor. i. 1,13): τὰ θεῖα or δαιμόνια as supposed to τἀνθρώπεια. Plato (Phileb. c. 16; Legg. x. p. 886-889; xii. p. 967) held the sun and stars to be gods, each animated with its special soul: he allowed astronomical investigation to the extent necessary for avoiding blasphemy respecting these beings—μέχρι τοῦ μὴ βλασφημεῖν περὶ αὐτά (vii. 821).

Explore with AITake your curiosity a little further.

Reading settings