← Table of contents
History of Greece, Volume 01 (of 12)

Note 958 — Chapter XVI · GRECIAN MYTHES, AS UNDERSTOOD, FELT AND INTERPRETED BY THE GREEKS THEMSELVES.

Reading edition

Diodôr. iv. 1-8. Ἔνιοι γὰρ τῶν ἀναγινωσκόντων, οὐ δικαίᾳ χρώμενοι κρίσει, τἀκριβὲς ἐπιζητοῦσιν ἐν ταῖς ἀρχαίαις μυθολογίαις, ἐπίσης τοῖς πραττομένοις ἐν τῷ καθ᾽ ἡμᾶς χρόνῳ, καὶ τὰ δισταζόμενα τῶν ἔργων διὰ τὸ μέγεθος, ἐκ τοῦ καθ᾽ αὑτοὺς βίου τεκμαιρόμενοι, τὴν Ἡρακλέους δύναμιν ἐκ τῆς ἀσθενείας τῶν νῦν ἀνθρώπων θεωροῦσιν, ὥστε διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους τῶν ἔργων ἀπιστεῖσθαι τὴν γραφήν. Καθόλου γὰρ ἐν ταῖς ἀρχαίαις μυθολογίαις οὐκ ἐκ παντὸς τρόπου πικρῶς τὴν ἀλήθειαν ἐξεταστέον. Καὶ γὰρ ἐν τοῖς θεάτροις πεπεισμένοι μήτε Κενταύρους διφυεῖς ἐξ ἑτερογενῶν σωμάτων ὑπάρξαι, μήτε Γηρυόνην τρισώματον, ὅμως προσδεχόμεθα τὰς τοιαύτας μυθολογίας, καὶ ταῖς ἐπισημασίαις συναύξομεν τὴν τοῦ θεοῦ τιμήν. Καὶ γὰρ ἄτοπον, Ἡρακλέα μὲν ἔτι κατ᾽ ἀνθρώπους ὄντα τοῖς ἰδίοις πόνοις ἐξημερῶσαι τὴν οἰκουμένην, τοὺς δ᾽ ἀνθρώπους, ἐπιλαθομένους τῆς κοινῆς εὐεργεσίας, συκοφαντεῖν τὸν ἐπὶ τοῖς καλλίστοις ἔργοις ἔπαινον, etc.

This is a remarkable passage: first, inasmuch as it sets forth the total inapplicability of analogies drawn from the historical past as narratives about Hêraklês; next, inasmuch as it suspends the employment of critical and scientific tests, and invokes an acquiescence interwoven and identified with the feelings, as the proper mode of evincing pious reverence for the god Hêraklês. It aims at reproducing exactly that state of mind to which the mythes were addressed, and with which alone they could ever be in thorough harmony.

Explore with AITake your curiosity a little further.

Reading settings