Note 993 — Chapter XVI · GRECIAN MYTHES, AS UNDERSTOOD, FELT AND INTERPRETED BY THE GREEKS THEMSELVES. (continued 2)
Reading edition
Plato, Repub. ii. c. 21. p. 382. Τὸ ἐν τοῖς λόγοις ψεῦδος πότε καὶ τί χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; Ἆρ᾽ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται; Καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπῃ τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος, ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν;