Note 778 — Chapter XV · LEGEND OF TROY.
Reading edition
Iliad, xx. 300. Poseidôn speaks, respecting Æneas—
Ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ὑπ᾽ ἐκ θανάτου ἀγάγωμεν, Μήπως καὶ Κρονίδης κεχολώσεται, αἴκεν Ἀχιλλεὺς Τόνδε κατακτείνῃ· μόριμον δέ οἱ ἐστ᾽ ἀλέασθαι, Ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων, Οἱ ἕθεν ἐξεγένοντο, γυναικῶν τε θνητάων. Ἤδη γὰρ Πριάμου γενεὴν ἤχθῃρε Κρονίων· Νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει, Καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
Again, v. 339, Poseidôn tells Æneas that he has nothing to dread from any other Greek than Achilles.