Note 636 — Chapter XIV · LEGENDS OF THEBES.
Reading edition
Odyss. xi. 270. Odysseus, describing what he saw in the under-world, says,—
Μητέρα τ᾽ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, Ἣ μέγα ἔργον ἔρεξεν αἰδρεΐῃσι νόοιο, Γημαμένη ᾧ υἱεῖ· ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας Γῆμεν· ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισι. Ἀλλ᾽ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων, Καδμείων ἤνασσε, θεῶν ὀλοὰς διὰ βουλάς· Ἡ δ᾽ ἔβη εἰς Αἰδάο πυλάρταο κρατεροῖο Ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψήλοιο μελάθρου, Ὧ ἄχεϊ σχομένη· τῷ δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω Πολλὰ μάλ᾽, ὅσσα τε μητρὸς Ἐριννύες ἐκτελέουσιν.