Note 16 — Chapter I
Reading edition
Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· Λίσσομ' ὑπὲρ ψυχῆς, καὶ γούνων, σῶν τε τοκήων, Μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν· Ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο, Δῶρα, τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ· Σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. —Hom. Il. xxii. 337-343.