Note 18 — Chapter VIII · ANALYTICA POSTERIORA II.
Reading edition
Analyt. Post. II. viii. p. 93, a. 3: ἐπεὶ δ’ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι· Ibid. a. 24: ὅσα μὲν οὖν κατὰ συμβεβηκὸς οἴδαμεν ὅτι ἔστιν, ἀναγκαῖον μηδαμῶς ἔχειν πρὸς τὸ τί ἐστιν· οὐδὲ γὰρ ὅτι ἔστιν ἴσμεν· τὸ δὲ ζητεῖν τί ἐστι μὴ ἔχοντας ὅτι ἔστι, μηδὲν ζητεῖν ἐστίν. καθ’ ὅσων δ’ ἔχομέν τι, ῥᾷον· ὥστε ὡς ἔχομεν ὅτι ἔστιν, οὕτως ἔχομεν καὶ πρὸς τὸ τί ἐστιν. Compare Brentano, Ueber die Bedeutung des Seienden nach Aristoteles, p. 17.