← Table of contents
Aristotle

Note 37 — Chapter III · CATEGORIÆ.

Reading edition

Ibid. p. 2, b. 29-37. εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας μόνα τῶν ἄλλων τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται· μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων. τὸν γάρ τινα ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει, καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τῶν δὲ ἄλλων ὅ, τι ἂν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον λευκόν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς. Ὥστε εἰκότως τῶν ἄλλων ταῦτα μόνα οὐσίαι λέγονται.

Explore with AITake your curiosity a little further.

Reading settings