Note 9 — II. FIRST PRINCIPLES. A. — Sir William Hamilton on Aristotle’s Doctrine.
Reading edition
Aristot. Eth. Eud. I. vi. p. 1218, b. 26: πειρατέον δὲ περὶ τούτων πάντων ζητεῖν τὴν πίστιν διὰ τῶν λόγων, μαρτυρίοις καὶ παραδείγμασι χρώμενον τοῖς φαινομένοις. κράτιστον μὲν γὰρ πάντας ἀνθρώπους φαίνεσθαι συνομολογοῦντας τοῖς πάντως, ὅπερ μεταβιβαζόμενοι ποιήσουσιν· ἔχει γὰρ ἕκαστος οἰκεῖόν τι πρὸς τὴν ἀλήθειαν, ἐξ ὧν ἀναγκαῖον δεικνύναι πως περὶ αὐτῶν. ἐκ γὰρ τῶν ἀληθῶς μὲν λεγομένων, οὐ σαφῶς δέ, προϊοῦσιν ἔσται καὶ τὸ σαφῶς, μεταλαμβάνουσιν ἀεὶ τὰ γνωριμώτερα τῶν εἰωθότων λέγεσθαι συγκεχυμένως. Then after an interval of fifteen lines: καλῶς δ’ ἔχει καὶ τὸ χωρὶς κρίνειν τὸν τῆς αἰτίας λόγον καὶ τὸ δεικνύμενον, διά τε τὸ ῥηθὲν ἀρτίως, ὅτι προσέχειν οὐ δεῖ πάντα τοῖς διὰ τῶν λόγων, ἀλλὰ πολλάκις μᾶλλον τοῖς φαινομένοις (νῦν δ’ ὅποτ’ ἂν λύειν μὴ ἔχωσιν, ἀναγκάζονται πιστεύειν τοῖς εἰρημένοις), καὶ διότι πολλάκις τὸ μὲν ὑπὸ τοῦ λόγου δεδεῖχθαι δοκοῦν ἀληθὲς μέν ἐστιν, οὐ μέντοι διὰ ταύτην τὴν αἰτίαν δι’ ἥν φησιν ὁ λόγος. ἔστι γὰρ διὰ ψεύδους ἀληθὲς δεῖξαι· δῆλον δ’ ἐκ τῶν Ἀναλυτικῶν.