Note 89 — Chapter XII · DE ANIMÂ, ETC.
Reading edition
Aristot. De Animâ, II. ix. p. 421, a. 21: κατὰ δὲ τὴν ἁφὴν πολλῷ τῶν ἄλλων ζῴων διαφερόντως ἀκριβοῖ (ὁ ἄνθρωπος). διὸ καὶ φρονιμώτατόν ἐστι τῶν ζῴων. σημεῖον δὲ τὸ καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων παρὰ τὸ αἰσθητήριον τοῦτο εἶναι εὐφυεῖς καὶ ἀφυεῖς, παρ’ ἄλλο δὲ μηδέν· οἱ μὲν γὰρ σκληρόσαρκοι ἀφυεῖς τὴν διάνοιαν, οἱ δὲ μαλακόσαρκοι εὐφυεῖς.