← Table of contents
Aristotle

Note 139 — Chapter X · SOPHISTICI ELENCHI.

Reading edition

Soph. El. xxxiv. p. 183, b. 17-26: τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων ὕστερον· τὰ δ’ ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως· μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ λέγεται· διὸ καὶ χαλεπώτατον· ὅσῳ γὰρ κράτιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὃν τῷ μεγέθει χαλεπώτατόν ἐστιν ὀφθῆναι· ταύτης δ’ εὑρημένης ῥᾷον προστιθέναι καὶ συναύξειν τὸ λοιπόν ἐστιν.

Explore with AITake your curiosity a little further.

Reading settings