Note 253 — Women in Greek Comedy
Reading edition
Ἀντιφάνης ὁ κωμῳδοποιὸς ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὁ δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος· δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεχόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς. (Athen. xiii. 555A.)