Note 268 — Chapter IX · - THE GRECIAN PHRATRY, TRIBE AND NATION.
Reading edition
βασιλείας μὲν οὖν εἴδη ταῦτα τέτταρα τὸν ἀριθμὸν, μία μὲν ἡ περὶ τοὺς ἡρωϊκοὺς χρόνους· αὕτη δ' ἦν ἑκόντων μέν, ἐπὶ τισὶ δ' ὡρισμένων· στρατηγὸς γὰρ ἦν καὶ δικαστὴς ὁ βασιλεὺς καὶ τῶν πρὸς θεοὺς κύριος. Δευτέρα δὲ ἡ βαρβαρικὴ αὕτη δ' ἐστὶν ἐκ γένους ἀρχὴ δεσποτικὴ κατὰ νόμον. Τρίτη δὲ ἣν αἰσυμνητίαν προσαγορεύουσιν· αὕτη δ' ἐστὶν αἱρετὴ τυραννίς. Τετάρτη δ' ἡ Λακωνικὴ τούτων· αὕτη δ' ἐστὶν, ὡς εἰπεῖν ἁπλῶς, στρατηγία κατὰ γένος ἀΐδιος.—Aristotle, Politics, iii, c. x.